Θωμᾶ Ν. Ζήση, Φιλολόγου-Γυμνασιάρχου: Ἀκολουθία ἐπὶ Μνήστροις ἤτοι τοῦ Ἀρραβῶνος

Α´ ΤΑ ΚΕΙΜΕΝΑ

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ

ἤτοι

ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν· ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν, ἡ δὲ γυνὴ ἐξ εὐωνύμων. Ἀπόκεινται δὲ ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης δακτύλιοι αὐτῶν δύω, χρυσοῦς καὶ ἀργυροῦς· ὁ μὲν ἀργυροῦς ἀπονεύων πρὸς τὰ δεξιά, ὁ δὲ χρυσοῦς πρὸς τὰ ἀριστερά, σύνεγγυς ἀλλήλων. Ὁ δὲ Ἱερεύς, ἐλθὼν ἐν τῷ νάρθηκι σφραγίζει τὰς κεφαλὰς τῶν νεονύμφων ἐκ γ´ καὶ δίδωσιν αὐτοῖς κηροὺς ἁπτομένους· καὶ εἰσάξας αὐτοὺς ἔνδον τοῦ Ναοῦ, θυμιᾷ σταυροειδῶς. Καὶ ἐρωτᾷ αὐτοὺς ὁ Ἱερεύς, πρὸς ὁμολογίαν, ἐὰν θέλῃ ἡ νύμφη τὸν νυμφίον· ὁμοίως καὶ ὁ νυμφίος τὴν νύμφην. Εἶτα λέγει·

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς, ἐκφώνως·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆσδε) τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχὴν γένους, καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ φυλαχθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐλογηθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεὸς, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα καὶ σύνδεσμον διαθέσεως τιθεὶς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· αὐτὸς εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίω κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα, καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

Ἐκφώνως·

Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους τοὺς ἐν τῷ δισκελίῳ, ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν καὶ λέγει αὐτῷ·

Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).

Καὶ ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Εἶτα καὶ τῇ γυναικὶ λέγει, λαβὼν τὸν ἀργυροῦν·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα) τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).

Καὶ ὅταν εἴπῃ εἰς ἕκαστον τρίς, ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς αὐτῶν δακτύλοις.

Εἶτα ἀλλάσσει τοὺς δακτυλίους τῶν Νυμφίων ὁ Παράνυμφος.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ παιδὶ τοῦ Πατριάρχου Ἀβραὰμ συμπορευθεὶς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι τῷ κυρίῳ αὐτοῦ Ἰσαὰκ γυναῖκα, καὶ διὰ μεσιτείας ὑδρεύσεως ἀῤῥαβωνίσασθαι τὴν Ῥεβέκκαν ἀποκαλύψας· Αὐτός, εὐλόγησον τὸν ἀῤῥαβῶνα τῶν δούλων σου (τοῦδε) καὶ (τῆς δε) καὶ στήριξον τὸν παρ᾿ αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτοὺς τῇ παρὰ σοῦ ἁγίᾳ ἑνότητι· σὺ γὰρ ἀπ᾿ ἀρχῆς ἐδημιούργησας ἄρσεν καὶ θῆλυ, καὶ παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνὴ εἰς βοήθειαν καὶ διαδοχὴν τοῦ γένους τῶν ἀνθρώπων. Αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξαποστείλας τὴν ἀλήθειαν ἐπὶ τὴν κληρονομίαν σου, καὶ τὴν ἐπαγγελίαν σου ἐπὶ τοὺς δούλους σου, τοὺς πατέρας ἡμῶν, εἰς καθ᾿ ἑκάστην γενεὰν καὶ γενεὰν τοὺς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ τὴν δούλην σου (τήνδε), καὶ στήριξον τὸν ἀῤῥαβῶνα αὐτῶν ἐν πίστει καὶ ὁμονοίᾳ καὶ ἀληθείᾳ καὶ ἀγάπῃ· σὺ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τὸν ἀῤῥαβῶνα καὶ στηρίζεσθαι ἐν παντί. Διὰ δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ· διὰ δακτυλιδίου ἐδοξάσθη Δανιὴλ ἐν χώρᾳ Βαβυλῶνος· διὰ δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διὰ δακτυλιδίου ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων γέγονεν ἐπὶ τὸν ἄσωτον υἱόν· «Δότε γάρ, φησι, δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν». Αὕτη ἡ δεξιά σου, Κύριε, τὸν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν Ἐρυθρᾷ θαλάσσῃ· διὰ γὰρ τοῦ λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ ἡ δεξιὰ τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτὸς οὖν καὶ νῦν, Δέσποτα, εὐλόγησον τὸ δακτυλοθέσιον τοῦτο εὐλογίαν οὐράνιον· καὶ Ἄγγελος Κυρίου προπορευέσθω ἔμπροσθεν αὐτῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα Ἐκτενὴς καὶ Ἀπόλυσις.

Β´ Η ΜΕΤΑΦΡΑΣΗ

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΝΗΣΤΡΩΝ1

δηλαδή

ΤΟΥ ΑΡΡΑΒΩΝΑ2

Μετά τή θεία Λειτουργία, ἐνῶ ὁ Ἱερέας βρίσκεται στό ἱερό, παρουσιάζονται καί στέκονται ἀπέναντι ἀπό τίς ἅγιες Θύρες τοῦ Ναοῦ αὐτοί πού πρόκειται νά συνδεθοῦν μέ τό δεσμό τοῦ γάμου· ὁ ἄνδρας ἀπό τή δεξιά μεριά καί ἡ γυναίκα ἀπό ἀριστερά. Στό δεξιό μέρος τῆς ἁγίας Τράπεζας ἔχουν ἀποτεθεῖ δύο δαχτυλίδια αὐτῶν, ἕνα χρυσό καί ἕνα ἀργυρό (ἀσημένιο)· τό ἀσημένιο δαχτυλίδι κλίνει πρός τά δεξιά καί τό χρυσό πρός τά ἀριστερά, πολύ κοντά τό ἕνα στό ἄλλο. Ὁ Ἱερέας ἀφοῦ ἔλθει στό νάρθηκα σφραγίζει (μέ τό σημεῖο τοῦ σταυροῦ) τά κεφάλια τῶν νεονύμφων τρεῖς φορές καί δίνει σ᾿ αὐτούς ἀναμμένα κεριά· καί ἀφοῦ τούς ὁδηγήσει μέσα στό Ναό, θυμιατίζει σταυροειδῶς, σχηματίζοντας δηλαδή στόν ἀέρα τό σχῆμα τοῦ σταυροῦ3.

Καί ρωτάει αὐτούς ὁ Ἱερέας, νά ὁμολογήσουν, ἄν θέλει ἡ νύφη τό γαμπρό· ἐπίσης καί ὁ γαμπρός ἄν θέλει τή νύφη4. Ἔπειτα λέγει·

Ο Διάκονος

Εὐλόγησε (δοξολόγησε, δῶσε τήν εὐλογία σου) Δέσποτα.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Εὐλογημένος ἄς εἶναι ὁ Θεός μας πάντοτε· τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.

Ὁ Χορός· Ἀμήν (= ἀλήθεια)5.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο μέ εἰρήνη καί ψυχική γαλήνη6.

Ὁ Χορός· Κύριε, ἐλέησέ μας (κάμε τό ἔλεός σου).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο νά μᾶς χαρίσει τή δική του εἰρήνη πού γαληνεύει τή συνείδησή μας καί συντελεῖ στή σωτηρία τῶν ψυχῶν μας· γι᾿ αὐτή τήν εἰρήνη καί γιά τή σωτηρία τῶν ψυχῶν μας ἄς παρακαλέσουμε τόν Κύριο.

Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει εἰρήνη σ᾿ ὅλο τόν κόσμο, σταθερότητα πίστεως στίς ἅγιες Ἐκκλησίες τοῦ Θεοῦ καί ἕνωση ὅλων τῶν ἀνθρώπων.

Ἄς παρακαλέσουμε τόν Κύριο νά διαφυλάγει ἀπό κάθε κακό τόν ἅγιο τοῦτο οἶκο τοῦ Θεοῦ καί νά προστατεύει ὅλους τούς Χριστιανούς πού εἰσέρχονται στό ναό αὐτό μέ πίστη, μέ εὐλάβεια καί μέ φόβο Θεοῦ.

Ἄς παρακαλέσουμε τόν Κύριο γιά τόν Ἀρχιεπίσκοπό μας (τόν τάδε), γιά τούς καλούς ἱερεῖς μας, γιά ὅσους διακονοῦν «ἐν Χριστῷ», γιά ὅλο γενικά τόν Κλῆρο καί τό Λαό.

Ἄς παρακαλέσουμε τόν Κύριο γιά τό δοῦλο τοῦ Θεοῦ (τάδε) καί τή δούλη τοῦ Θεοῦ (τάδε) πού αὐτή τή στιγμή δίνουν ἐπίσημα ἀμοιβαία ὑπόσχεση γάμου, καί γιά τή σωτηρία τους.

Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει σ᾿ αὐτούς τέκνα, προκειμένου αὐτά νά τούς διαδεχθοῦν στό γένος7, καί νά ἱκανοποιήσει ὅλα τά αἰτήματα πού ἀφοροῦν στή σωτηρία τῶν νεονύμφων.

Ἄς παρακαλέσουμε τόν Κύριο νά ἀποστείλει ἀπό ψηλά μέ τή θεία του χάρη τέλεια καί πλήρη ἀγάπη στούς νεονύμφους, ἀγάπη πού θά ἐξασφαλίζει τήν εἰρηνική συμβίωσή τους8, καθώς καί ἀμοιβαία βοήθεια γιά τήν ἀλληλοσυμπλήρωσή τους9.

Ἄς παρακαλέσουμε τόν Κύριο νά φυλάξει αὐτούς, ὥστε νά ζοῦν μέ ὁμόνοια καί σταθερή ἀμοιβαία πίστη.

Ἄς παρακαλέσουμε τόν Κύριο νά εὐλογήσει αὐτούς,ὥστε νά διάγουν μέ σύμπνοια καί ἀκλόνητη ἀμοιβαία ἐμπιστοσύνη10.

Ἄς παρακαλέσουμε τόν Κύριο νά διαφυλάξει αὐτούς, ὥστε ὁ βίος τους καί ἡ πολιτεία τους νά εἶναι ἄμεμπτη, ἄψογη καί ἀνεπίληπτη.

Ἄς παρακαλέσουμε τόν Κύριο, ὥστε Αὐτός πού εἶναι ὁ Θεός μας νά χαρίσει σ᾿ αὐτούς τίμιο τό γάμο τους, καί ἀμόλυντη τή συζυγική τους κοίτη (κλίνη, στέγη)11.

Ἄς παρακαλέσουμε τόν Κύριο νά μᾶς φυλάξει καί νά μᾶς προστατεύσει ἀπό κάθε λύπη, ὀργή, κίνδυνο καί ἀνάγκη (= δύσκολη περίσταση).

Ἀφοῦ πρῶτα φέρουμε στή μνήμη μας τήν Παναγία, τήν ἄχραντη καί ἀμόλυντη, καί πάρα πολύ εὐλογημένη, τήν ἔνδοξη, τή δέσποινά μας καί κυρία Θεοτόκο, καί ἀειπάρθενη (= πάντοτε ἁγνή) Μαρία, καί ὅλους τούς ἁγίους, ἄς ἐμπιστευθοῦμε στόν Κύριο καί Θεό μας τούς ἑαυτούς μας καί τούς ἄλλους ἀδελφούς μας καί ὅλη μας τή ζωή.

Ὁ Χορός· Σ᾿ Ἐσένα, Κύριε, ἐμπιστευόμαστε τά πάντα.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Διότι σ᾿ Ἐσένα ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.

Ὁ Χορός· Ἀμήν (= ἀλήθεια, ἔτσι εἶναι).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.

Ὁ Χορός· Κύριε, ἐλέησέ μας (κάμε τό ἔλεός σου).

Ὁ Ἱερέας λέγει τήν Εὐχή τούτη μεγαλοφώνως·

Ὁ Θεός ὁ αἰώνιος, αὐτός πού συνέζευξες, συμπλησίασες καί ἕνωσες τά διεστῶτα, ὅσα δηλαδή ἦταν χωρισμένα, καί συνδέεις μέ ἀδιάσπαστο δεσμό καθετί πού εἶναι πρός τακτοποίηση καί διαρρύθμιση· αὐτός πού εὐλόγησες τόν Ἰσαάκ καί τή Ρεβέκκα καί τούς ἀνέδειξες κληρονόμους τῆς δικῆς σου ἐπαγγελίας12, τῆς ὑπόσχεσης δηλ. πού ἔδωσες στόν Ἀβραάμ σχετικά μέ τή «γῆ Χαναάν» καί τήν εὐλογία ὁλόκληρου τοῦ ἀνθρώπινου γένους· σύ ὁ ἴδιος εὐλόγησε καί τούς δούλους σου τούτους, ὁδηγώντας τους σέ κάθε ἔργο ἀγαθό.

Καί σέ παρακαλοῦμε νά εὐλογήσεις τούς δούλους σου τούτους, διότι Ἐσύ εἶσαι Θεός πού δείχνεις ἔλεος καί εὐσπλαχνία καί ἀγαπᾶς τούς ἀνθρώπους, καί σ᾿ Ἐσένα ἀναπέμπουμε τή δόξα, τόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀπέραντους αἰῶνες.

Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι, ἔτσι ἄς γίνει).

Ὁ Ἱερέας· Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σέ ὅλους.

Ὁ Διάκονος

Μέ ὑπόκλιση τῆς κεφαλῆς προσκυνῆστε τόν Κύριο.

Ὁ Ἱερέας εὔχεται καί παρακαλεῖ·

Κύριε ὁ Θεός μας, σύ πού ὡς Νυμφίος πρίν ἀπό τή θεία σου σάρκωση κατά θεία οἰκονομία μνηστεύτηκες (ἀρραβωνιάστηκες) ὡς κόρη ἁγνή τήν Ἐκκλησία πού κάποτε ἦταν ἐθνική13, εὐλόγησε τοῦτον τόν ἀρραβώνα, καί ἕνωσε, καί διαφύλαξε τούς δούλους σου τούτους ὥστε νά ζοῦν εἰρηνικά καί μέ ὁμόνοια14.

Μέ δυνατή φωνή

Διότι σ᾿ Ἐσένα ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.

Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι).

Ὕστερα, ἀφοῦ ὁ Ἱερέας λάβει τά δαχτυλίδια πού βρίσκονται στό δισκέλι* δίνει πρῶτα στόν ἄντρα τό χρυσό καί λέγει σ᾿ αὐτόν·

Ἀρραβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ τάδε) τή δούλη τοῦ Θεοῦ (τήν τάδε) στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν (τρεῖς φορές).

Καί σχηματίζει Σταυρό μέ τό δαχτυλίδι πάνω ἀπό τό κεφάλι του.

----------------------------

* Τό δισκέλ(λ)ιον, κοιν. δισκέλ(λ)ι, ἦταν ἕνα μικρό βάθρο μέ δύο σκέλη, μιά μικρή βάση δηλ., πάνω στήν ὁποία ἦταν τοποθετημένα τά δύο δαχτυ λίδια τῶν μελλονύμφων. Οἱ δύο «δακτύλιοι», «χρυσοῦς» καί «ἀργυροῦς», «ἀπέκειντο ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης» ἀπό πρίν πρός καθα γιασμό. Βλ. εἰσαγωγικό σημείωμα τῆς παρούσας Ἀκολουθίας καί τό ἀντί στοιχο σχόλ. ἀριθ. 3 (Σ.Μ.).

----------------------------

Ἔπειτα λέγει καί στή γυναίκα, ἀφοῦ λάβει τό ἀσημένιο δαχτυλίδι·

Ἀρραβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ τάδε) τό δοῦλο τοῦ Θεοῦ (τόν τάδε) στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν (τρεῖς φορές).

Καί ὅταν πεῖ στόν καθένα τρεῖς φορές τό «ἀρραβωνίζεται», σχηματίζει Σταυρό μέ τό δαχτυλίδι πάνω ἀπό τά κεφάλια τους καί φοράει τά δαχτυλίδια στά δεξιά δάχτυλα τῶν νεονύμφων.

Ὕστερα ἀνταλλάσει (ἀλλάζει) τά δαχτυλίδια τῶν νεονύμφων ὁ Παράνυμφος (κουμπάρος)15.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.

Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Ὁ Ἱερέας λέει τήν Εὐχή τούτη·

Κύριε ὁ Θεός μας, σύ πού συμπορεύτηκες καί ἦλθες στή Μεσοποταμία μαζί μέ τόν ὑπηρέτη τοῦ Πατριάρχη Ἀβραάμ, ὁ ὁποῖος (ὑπηρέτης) εἶχε ὡς ἀποστολή νά φέρει στόν κύριό του κατάλληλη νύφη γιά τόν Ἰσαάκ (ἤ· νά πάρει καί νά φέρει στόν κύριό του, τόν Ἰσαάκ, κατάλληλη γυναίκα)· σύ πού στήν προκείμενη περίπτωση ἔκαμες φανερό τό θέλημά σου (ἀποκάλυψες) νά μνηστευθεῖ ὁ Ἰσαάκ τή Ρεβέκκα μέ τή μεσολάβηση τοῦ γεγονότος τῆς ὕδρευσης, ὅταν δηλαδή ὁ ὑπηρέτης τοῦ Ἀβραάμ ζήτησε ἀπό τή Ρεβέκκα νερό νά ξεδιψάσει, ἐκείνη πρόθυμα καί μέ τό παραπάνω ἀνταποκρίθηκε16· Αὐτός ὁ ἴδιος, εὐλόγησε τόν ἀρραβώνα τῶν δούλων σου (τάδε) καί (τάδε) καί κάμε σταθερό τό λόγο, τήν ὁμολογία, πού εἰπώθηκε ἀπό αὐτούς, πώς ὁ ἕνας δηλαδή θέλει τόν ἄλλο17. Κάμε στερεό καί μόνιμο τό δεσμό τους μέ τή χάρη τῆς δικῆς σου ἅγιας ἑνότητας· διότι ἐσύ ἀπό τήν πρώτη ἀρχή δημιούργησες τό ἀρσενικό καί τό θηλυκό, τόν ἄντρα δηλαδή καί τή γυναίκα18, καί ἐσύ ἑνώνεις τή γυναίκα μέ τόν ἄντρα, γιά νά βοηθάει ὁ ἕνας τόν ἄλλο19 καί γιά νά ὑπάρχει διαδοχή, νά διαιωνίζεται δηλαδή τό γένος τῶν ἀνθρώπων20. Σύ ὁ ἴδιος λοιπόν, Κύριε ὁ Θεός μας, πού ἀπό ἀγάπη καί ἐνδιαφέρον ἀπέστειλες καί δίδαξες τήν ἀλήθεια στό ἀνθρώπινο γένος καί τό κατέστησες κληρονόμο τῆς βασιλείας σου· σύ πού πραγματοποίησες τήν ὑπόσχεσή σου, τήν ἐπαγγελία τῶν ἀγαθῶν σου, στούς πιστούς σου δούλους, τούς προπάτορές μας, στούς ἐκλεκτούς σου τῆς καθεμιᾶς ξεχωριστά γενιᾶς πού διαδέχεται τήν προηγούμενη, ρίξε εὐνοϊκό τό βλέμμα σου στό δοῦλο σου (τάδε) καί στή δούλη σου (τάδε) καί κάμε ὥστε νά εἶναι σταθερός ὁ ἀρραβώνας τους καί νά στηριχθεῖ στήν ἀμοιβαία πίστη, στή σύμπνοια, στήν εἰλικρίνεια καί στήν ἀγάπη21· διότι ἐσύ, Κύριε, φανέρωσες τή θέλησή σου νά δίνεται τό δαχτυλίδι τοῦ ἀρραβώνα καί σέ κάθε περίσταση σ᾿ αὐτό νά στηρίζονται οἱ ἄνθρωποι. Μέ δαχτυλίδι δόθηκε ἡ ἐξουσία στόν Ἰωσήφ στήν Αἴγυπτο22· μέ δαχτυλίδι δοξάστηκε ὁ Δανιήλ στή χώρα τῆς Βαβυλώνας23· μέ δαχτυλίδι φανερώθηκε ἡ ἀλήθεια τῆς Θάμαρ24· μέ δαχτυλίδι ὁ οὐράνιος Πατέρας μας ἔδειξε τήν εὐσπλαχνία του καί τή συμπάθειά του στόν ἄσωτο υἱό· «διότι λέει τό Εὐαγγέλιο· Δῶστε δαχτυλίδι στό χέρι του νά τό φοράει καί ἀφοῦ φέρετε τό μοσχάρι τό σιτευτό, αὐτό δηλ. πού τρέφουμε ξεχωριστά γιά κάποιο χαρμόσυνο γεγονός, σφάξτε το, καί ἀφοῦ φᾶμε, ἄς χαροῦμε καί ἄς διασκεδάσουμε»25. Αὐτό τό δεξί σου χέρι, Κύριε, ἔκαμε τό Μωϋσῆ νά στρατοπεδεύσει στήν Ἐρυθρά θάλασσα26· διότι μέ τό λόγο σου τό γνήσιο καί τόν ἀληθινό στερεώθηκαν οἱ οὐρανοί καί θεμελιώθηκε ἡ γῆ27· καί τό δεξί χέρι τῶν δούλων σου θά εὐλογηθεῖ μέ τό λόγο σου τό δυνατό καί τό βραχίονα σου τόν ὑψηλό28. Αὐτός ὁ ἴδιος λοιπόν καί τώρα, Δέσποτα, εὐλόγησε μέ τήν εὐλογία τῶν οὐρανῶν (μέ τή θεία εὐλογία) τό δακτυλοθέσιο τοῦτο· καί Ἄγγελος Κυρίου ἄς προπορεύεται μπροστά ἀπό τούς νεονύμφους ὅλες τίς ἡμέρες τῆς ζωῆς τους. Διότι ἐσύ εἶσαι αὐτός που εὐλογεῖς καί ἁγιάζεις τά σύμπαντα, καί σ᾿ ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.

Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι, ἔτσι ἄς γίνει)

Ὕστερα λέγεται ἡ Ἐκτενής ἱκεσία29 καί γίνεται ἡ Ἀπόλυση30.

Ιερός Ναός Αγίου Δημητρίου
Δήμου Αγίου Δημητρίου

Διεύθυνση: Πλατεία Αγίου Δημητρίου,
Άγιος Δημήτριος Αττική (17343)

Email: inad@otenet.gr
website: https://in-ad.gr

Τηλέφωνο: +30 210 9712456
Φαξ : +30 210 9715125

Εγγραφή στο Newsletter

«Η νηστεία είναι βία φύσεως, περιτομή των ηδονών του λάρυγγος, εκτομή της σαρκικής πυρώσεως, εκκοπή των πονηρών λογισμών».

Αγ. Ιω. της Κλίμακος