Θωμᾶ Ν. Ζήση, Φιλολόγου-Γυμνασιάρχου: Ἀκολουθία εἰς Δίγαμον

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεὺς ἐκφωνεῖ· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καί ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός... (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν...

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας.

Ὁ δὲ Διάκονος ἢ ὁ Ἱερεὺς λέγει τὴν Συναπτήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τῆς ἐν Θεῷ σκέπης καὶ συμβιώσεως αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ συζῆσαι αὐτοὺς καλῶς ἐν ὁμονοίᾳ, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα, καὶ σύνδεσμον διαθέσεως τιθεὶς αὐτοῖς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· Αὐτός, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους (τὸν δεῖνα), καὶ (τὴν δεῖνα), ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα· καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

Ἐκφώνως· Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν, τῇ δὲ γυναικὶ τὸν ἀργυροῦν, καὶ λέγει τῷ ἀνδρί·

Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).

Ὁμοίως λέγει καὶ τῇ γυναικί·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).

Καὶ ποιεῖ Σταυρὸν μετὰ τῶν δακτυλίων ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς δακτυλίοις.

Εἶτα ἀλλάσσει ὁ Παράνυμφος τὰ δακτυλίδια.

Ὁ δὲ Διάκονος λέγει· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ πάντων φειδόμενος, καὶ πάντων προνοούμενος, ὁ τὰ κρυπτὰ γινώσκων τῶν ἀνθρώπων, καὶ πάντων τὴν γνῶσιν ἔχων, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ τὰς ἀνομίας συγχώρησον τῶν σῶν ἱκετῶν, καλῶν αὐτοὺς εἰς μετάνοιαν· παρέχων αὐτοῖς συγγνώμην παραπτωμάτων, ἁμαρτιῶν ἱλασμόν, συγχώρησιν ἀνομιῶν ἑκουσίων τε καὶ ἀκουσίων. Ὁ εἰδὼς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως,ὁ πλάστης καὶ δημιουργός, ὁ Ῥαὰβ τῇ πόρνῃ συγχωρήσας, καὶ τοῦ Τελώνου τὴν μετάνοιαν προσδεξάμενος, μὴ μνησθῇς ἁμαρτημάτων ἡμῶν ἀγνοίας ἐκ νεότητος· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι; ἢ ποία σὰρξ δικαιωθήσεται ἐνώπιόν σου; Σὺ γὰρ μόνος ὑπάρχεις δίκαιος, ἀναμάρτητος, ἅγιος, πολυέλεος, πολυεύσπλαγχνος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· σύ, Δέσποτα, οἰκειωσάμενος τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) ἕνωσον τῇ πρὸς ἀλλήλους ἀγάπῃ· δώρησαι αὐτοῖς τοῦ Τελώνου τὴν ἐπιστροφήν, τῆς πόρνης τὰ δάκρυα, τοῦ λῃστοῦ τὴν ἐξομολόγησιν· ἵνα, διὰ μετανοίας ἐξ ὅλης καρδίας αὐτῶν, ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ τὰς ἐντολάς σου ἐργαζόμενοι, καταξιωθῶσι καὶ τῆς ἐπουρανίου σου Βασιλείας. Ὅτι σὺ εἶ ὁ οἰκονόμος πάντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς·

Κύριε, Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ, ὁ ὑψωθεὶς ἐπὶ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τὸ καθ᾿ ἡμᾶς διαῤῥήξας χειρόγραφον, καὶ τῆς δυναστείας τοῦ διαβόλου ῥυσάμενος ἡμᾶς, ἱλάσθητι ταῖς ἀνομίαις τῶν δούλων σου· ὅτι τὸν καύσωνα καὶ τὸ βάρος τῆς ἡμέρας, καὶ τῆς σαρκὸς τὴν πύρωσιν μὴ ἰσχύοντες βαστάζειν, εἰς γάμου δευτέραν κοινωνίαν συνέρχονται, καθὼς ἐνομοθέτησας διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου, Παύλου τοῦ ἀποστόλου, εἰπὼν δι᾿ ἡμᾶς τοὺς ταπεινοὺς τὸ «κρεῖσσον ἐν Κυρίῳ γαμεῖν ἢ πυροῦσθαι». Αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐλέησον καὶ συγχώρησον, ἱλάσθητι, ἄνες, ἄφες τὰ ὀφειλήματα ἡμῶν, ὅτι σὺ εἶ ὁ τὰς νόσους ἡμῶν ἐπὶ τῶν ὤμων ἀράμενος· οὐδεὶς γάρ ἐστιν ἀναμάρτητος, οὐδ᾿ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐστιν, ἢ χωρὶς ῥύπου, εἰ μὴ σὺ μόνος ὁ σάρκα φορέσας ἀναμαρτήτως, καὶ τὴν αἰώνιον ἡμῖν δωρησάμενος ἀπάθειαν. Ὅτι σὺ εἶ ὁ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἄνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (ἐνταῦθα ὁ Ἱερεὺς ἁρμόζει τὰς χεῖρας τῶν Νυμφίων) τὸν δοῦλόν σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Καὶ λαβὼν τοὺς στεφάνους, στέφει τὸν Νυμφίον, λέγων·

Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).

Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·

Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).

Εἶτα εὐλογεῖ αὐτούς, ψάλλων ἐκ τρίτου·

Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον. Ἦχος πλ. δ´.

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.

Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.

Ὁ Διάκονος· Πρόσχωμεν

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ἔπειτα λέγει ὁ Διάκονος·

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον διὰ τῆς σῆς παρουσίας· αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν, καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ Χορός· Παράσχου, Κύριε.

Ὁ Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστινανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τήν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαὶ σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

Καὶ λέγομεν τό· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν...

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον, καὶ εὐλογῶν αὐτὸ ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´·

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, στρέφει ὡς ἐν σχήματι κύκλου τρὶς περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, καὶ ψάλλει τὰ τροπάρια.

Ἦχος πλ. α´.

Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.

Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·

Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.

Καὶ ἐπάρας τὸν στέφανον τῆς Νύμφης, λέγει·

Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Εἶτα λέγει ὁ Ἱερεὺς τὴν Εὐχήν·

Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ εὔχεται πάλιν ὁ Ἱερεύς·

Ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριὰς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτὸκου, καὶ πάντων τῶν Ἁγίων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα εἰσέρχονται καὶ εὔχονται αὐτοῖς καί ἀσπασαμένων ἀλλήλους, γίνεται παρὰ τοῦ Ἱερέως τελεία Ἀπόλυσις οὕτως·

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Ὁ Χορός· Ἀμήν.

Εἰσαγωγικό σημείωμα

Ἡ «Ἀκολουθία εἰς δίγαμον» ἀποτελεῖται κυριολεκτικά ἀπό ἀτόφια τμήματα τῶν δύο προηγούμενων Ἀκολουθιῶν· τοῦ ἀρραβώνα καί τοῦ στεφανώματος. Εἶναι, θά μπορούσαμε νά ποῦμε, οἱ δύο αὐτές Ἀκολουθίες ἑνωμένες σέ μία· εἶναι μιά ἑνιαία Ἀκολουθία πού περιλαμβάνει καί ἐπαναλαμβάνει αὐτολεξεί ὁλόκληρα μέρη ἀπό τίς δύο προηγούμενες Ἀκολουθίες, γεγονός πού μπορεῖ βέβαια νά διαπιστώσει κι ὁ κάθε ἀναγνώστης.

Διαφοροποιεῖται ἀπό τίς προηγούμενες Ἀκολουθίες σέ ὁρισμένα μόνο σημεῖα. Ἡ διαφοροποίηση αὐτή συνίσταται εἴτε στήν παράλειψη ὁρισμένων μερῶν εἴτε στήν προσθήκη νέων. Γιά τό λόγο αὐτό θά μᾶς ἀπασχολήσουν ἀπό τήν Ἀκολουθία αὐτή ὄχι τά σημεῖα πού εἶναι κοινά οὔτε βέβαια τά παραλειπόμενα, ἀφοῦ γιά ὅλα αὐτά ἔγινε λόγος στίς προηγούμενες Ἀκολουθίες, ἀλλά τά ἐντελῶς νέα στοιχεῖα. Τά στοιχεῖα αὐτά εἶναι κυρίως δύο Εὐχές μέ ἰδιαίτερο πράγματι περιεχόμενο καί ἐνδιαφέρον, ὅπως θά δοῦμε. Πρόκειται συγκεκριμένα γιά τίς δύο πρῶτες ἀπό τίς τρεῖς Εὐχές πού στήν ὅλη Ἀκολουθία εἰς δίγαμον καταλαμβάνουν θέση ἀνάμεσα στό «Ἀρραβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ» καί στό «Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ», ἀνάμεσα στόν κυρίως ἀρραβώνα καί τό στεφάνωμα δηλαδή.

Ἀκριβῶς τό περιεχόμενο τῶν δύο αὐτῶν εὐχῶν, πού ἀποτελοῦν κατά κάποιο τρόπο τήν εἰδοποιό διαφορά αὐτῆς τῆς Ἀκολουθίας σέ σχέση μέ ἐκείνη τοῦ γάμου, θά μᾶς ἀπασχολήσει στή συνέχεια. Γιά τίς ἄλλες μικροδιαφορές, ὅπως γιά τό τμῆμα τῆς Ἀκολουθίας πού καταλαμβάνει θέση μετά τό «Εὐλογητός ὁ Θεός» καί πρίν ἀπό τή Συναπτή, γιά

τίς δύο ἐπιπλέον διαφορετικές δεήσεις τῆς Συναπτῆς (τέταρτη καί πέμπτη στή σειρά) καί τή μία ἐπιπλέον δέηση τῆς Ἐκτενοῦς («Χριστιανά τά τέλη...») δέ θά κάνουμε ἰδιαίτερο λόγο.

Τέλος σχετικά μέ τά διαλαμβανόμενα στά «Κεφάλαια περί διγάμων», γιά τό ἄν δηλαδή ἡ Ἐκκλησία πρέπει ἤ ὄχι νά στεφανώνει αὐτούς πού ἔρχονται γιά δεύτερη ἤ τρίτη φορά «εἰς γάμου κοινωνίαν», γιά τά ἐπιτίμια (στέρηση π.χ. τῆς θείας Κοινωνίας γιά κάμποσο χρονικό διάστημα) πού προβλέπονται γι᾿ αὐτούς καί πῶς γενικά ὅλα αὐτά ἐξηγοῦνται βλ. παρακάτω στό ἐκτενές σχόλιο ἀριθ. 11 τῆς Ἀκολουθίας εἰς δίγαμον.

Εὐχή (πρώτη)

Δέσποτα Κύριε, ὁ Θεός μας, Σύ πού φροντίζεις γιά τή συντήρηση καί διαφύλαξη πάντων, καί προκαταβολικά μεριμνᾶς γιά ὅλα. Σύ πού γνωρίζεις τίς ἀπόκρυφες σκέψεις τῶν ἀνθρώπων, καί ὡς παντογνώστης γνωρίζεις τά πάντα, γίνε σπλαχνικός γιά τίς ἁμαρτίες μας καί συγχώρησε τά ἀνομήματα τῶν ἱκετῶν σου, αὐτῶν δηλαδή πού θερμά σέ παρακαλοῦν, καλώντας τους σέ μετάνοια· παρέχοντάς τους συγνώμη γιά τά παραπτώματά τους, συγχώρηση τῶν ἁμαρτιῶν, ἄφεση τῶν ἀνομιῶν πού διέπραξαν μέ τή θέληση ἤ χωρίς τή θέλησή τους. Σύ πού γνωρίζεις τήν ἀδυναμία τῆς ἀνθρώπινης φύσης, ὁ πλάστης καί δημιουργός, Σύ πού συγχώρησες τήν πόρνη Ραάβ1, καί εὐχαρίστως δέχτηκες τή μετάνοια τοῦ Τελώνη2, μή δώσεις προσοχή στά ἁμαρτήματά μας πού ἀπό ἄγνοια διαπράξαμε ἀπό τά νεανικά μας χρόνια3· διότι ἐάν ἐξετάσεις καί προσέξεις τά ἀνομήματά μας, Κύριε, Κύριε, ποιός θά μπορέσει νά ἀντιταχθεῖ σέ σένα καί νά ὑπομείνει τόν ἔλεγχό σου4 ἤ ποιά ἀνθρώπινη ὕπαρξη θά μπορέσει νά δικαιωθεῖ ἐνώπιόν σου; Γιατί Ἐσύ μόνο εἶσαι δίκαιος, ἀναμάρτητος, ἅγιος, πολυέλεος, πολύ σπλαχνικός, καί μεταβάλλεις γνώμη γιά τίς κακίες τῶν ἀνθρώπων5· Σύ, Δέσποτα, ἀφοῦ θεωρήσεις δικούς σου φίλους τούς δούλους σου (τάδε) καί (τάδε) ἕνωσέ τους μέ τήν ἀγάπη πού πρέπει νά ἔχουν ὁ ἕνας πρός τόν ἄλλο· δώρησέ τους τήν ἐπιστροφή καί μετά

νοια τοῦ Τελώνη, τά δάκρυα τῆς πόρνης6, τήν ἐξομολόγηση τοῦ ληστῆ7· γιά νά μπορέσουν ἔτσι, μέ τήν εἰλικρινή τους μετάνοια πού θά γίνει μ᾿ ὅλη τους τήν καρδιά, τηρώντας μέ ὁμόνοια καί εἰρήνη τίς ἐντολές σου, νά κριθοῦν ἄξιοι καί τῆς ἐπουράνιας Βασιλείας σου. Διότι ἐσύ εἶσαι ὁ οἰκονόμος πάντων, αὐτός δηλαδή πού κυβερνᾶς καί διαχειρίζεσαι καί παρέχεις τά πάντα, καί σ᾿ ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.

Εὐχή (δεύτερη)

Κύριε, Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ, Σύ πού ὑψώθηκες πάνω στόν τίμιο καί ζωοποιό Σταυρό, καί μέ τόν τρόπο αὐτό ἔσχισες το χειρόγραφο τό χρεωστικό πού μᾶς βάρυνε, καί μᾶς γλίτωσες ἔτσι ἀπό τήν καταδυνάστευση τοῦ διαβόλου8, συγχώρησε τίς ἀνομίες τῶν δούλων σου· διότι μή μπορώντας νά ὑποφέρουν τόν καύσωνα καί τό βάρος (πίεση) τῆς ἡμέρας, καί τήν πύρωση (φλόγωση) τῆς σάρκας ἑνώνονται γιά δεύτερη φορά μέ τό δεσμό τοῦ γάμου, καθώς Ἐσύ νομοθέτησες μέ τό σκεῦος τῆς ἐκλογῆς σου, μέ τόν ἀπόστολο Παῦλο δηλαδή, ὅταν εἶπες γιά μᾶς τούς ταπεινούς ἐκεῖνο τό «εἶναι προτιμότερο νά ἔρχεται κανείς σέ κοινωνία γάμου σύμφωνα μέ τό θέλημα τοῦ Κυρίου παρά νά καίγεται ἀπό τή φλόγα τῆς ἐπιθυμίας»9. Σύ ὁ ἴδιος, ὡς ἀγαθός καί φιλάνθρωπος, ἐλέησέ μας καί συγχώρησέ μας, σπλαχνίσου μας, γίνε ἐπιεικής, δῶσε μας ἄφεση τῶν ἁμαρτημάτων μας, διότι ἐσύ εἶσαι ἐκεῖνος πού σήκωσες στούς ὤμους σου τίς δικές μας ἀσθένειες καί ἀδυναμίες· γιατί κανένας δέν εἶναι ἀναμάρτητος, οὔτε κι ἄν ἀκόμη μιά ἡμέρα μόνο διαρκέσει ἡ ζωή του, ἤ χωρίς λεκέ (καθαρός, ἀκηλίδωτος), παρά μόνο ἐσύ10 πού φόρεσες τήν ἀνθρώπινη σάρκα (ἔγινες ἄνθρωπος) χωρίς νά ἁμαρτήσεις, καί χάρισες σ᾿ ἐμᾶς τούς ἀνθρώπους τήν αἰώνια ἀπάθεια (ἀταραξία, μακαριότητα). Καί σέ παρακαλοῦμε γιά ὅλα αὐτά, διότι ἐσύ εἶσαι ὁ Θεός, Θεός αὐτῶν πού μετανοοῦν γιά τά σφάλματά τους, καί σ᾿ Ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλεύτητους αἰῶνες11.

Ιερός Ναός Αγίου Δημητρίου
Δήμου Αγίου Δημητρίου

Διεύθυνση: Πλατεία Αγίου Δημητρίου,
Άγιος Δημήτριος Αττική (17343)

Email: inad@otenet.gr
website: https://in-ad.gr

Τηλέφωνο: +30 210 9712456
Φαξ : +30 210 9715125

Εγγραφή στο Newsletter

«Η νηστεία είναι βία φύσεως, περιτομή των ηδονών του λάρυγγος, εκτομή της σαρκικής πυρώσεως, εκκοπή των πονηρών λογισμών».

Αγ. Ιω. της Κλίμακος