Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...
Εἶτα τοὺς ἀκολούθους στίχους, μεθ᾿ ἕκαστον τῶν ὁποίων ὁ Χορὸς ψάλλει·
Δόξα σοι, Κύριε, δόξα σοι.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ὅτι μέγας καὶ φοβερὸς ὁ Θεὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Εἰς τὸν αἰῶνα φυλάξει Κύριος τὸ ἔλεος αὐτοῦ καὶ ἡ διαθήκη αὐτοῦ πιστή.
Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ· ἡ γὰρ χεὶρ Κυρίου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων αὐτοῦ κατισχύσει αὐτόν.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν ἐπανασυναπτομένων γάμῳ δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τοῦ δωρηθῆναι αὐτοῖς βίον ἀλοιδόρητον, πολιτείαν ἄμεμπτον καὶ διαγωγὴν ἀκατάγνωστον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς συμβίωσιν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, προκοπὴν ἐν ἔργοις ἀγαθοῖς καὶ ἡμερῶν μακρότητα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς τὴν Εὐχήν·
Δέσποτα φιλάνθρωπε, Βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας καταλύσας καὶ εἰρήνην τῷ γένει τῶν ἀνθρώπων δωρησάμενος, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε ἐπὶ τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) καὶ ἐπίχεε ἐπ᾿ αὐτοὺς τὴν εὐλογίαν σου. Ἐπανάγαγε τὴν διαταραχθεῖσαν εἰρήνην καὶ ἐμφύτευσον εἰς τὰς καρδίας αὐτῶν τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἐπιδαψίλευσον αὐτοῖς γαλήνην πνευματικὴν καὶ πολιτείαν ἀνεπιβούλευτον, ἵνα, ἐν ψυχικῇ διατελοῦντες γαλήνῃ, ἀπολαύωσι τῶν οἰκείων ἀγαθῶν καὶ δοξάζωσί σε τὸν μόνον τῆς ἀγάπης Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Προκοπίου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...