


Κεφάλαιον Νικηφόρου Πατριάρχου ΚΠόλεως τοῦ Ὁμολογητοῦ.
Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων Μυστηρίων, ἔτη δύο· ὁ δὲ τρίγαμος, πέντε.
Ἐκ τῶν Ἀποκρίσεων τοῦ μακαρίου Νικήτα Μητροπολίτου Ἡρακλείας, ἐξ ὧν ἠρωτήθη παρὰ Κωνσταντίνου Ἐπισκόπου.
Ἡ μὲν ἀκρίβεια τοὺς διγάμους οὐκ εἴωθε στεφανοῦν· ἡ δὲ τῆς Μεγάλης Ἐκκλησίας συνήθεια, τὰ τοιαῦτα οὐ παρατηρεῖται, ἀλλὰ καὶ τοῖς διγάμοις καὶ τριγάμοις τοὺς νυμφικοὺς στεφάνους ἐπιτίθησι, καὶ οὐδεὶς οὐδέποτε παρὰ τοῦτο ἐνεκλήθη· πλὴν ἕνα ἢ δεύτερον χρόνον τῆς θείας εἴργονται Κοινωνίας. Ἀλλὰ καὶ τὸν ἱερολογήσαντα τούτους πρεσβύτερον, συνδειπνεῖν αὐτοῖς οὐ νενόμισται, κατὰ τὸν ζ´ Κανόνα τῆς ἐν Νεοκαισαρείᾳ Συνόδου.